Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.41 Dem. 22.45 (English) >>Dem. 22.50

22.44ὅτι τοίνυν οὐδʼ εἰ φανερῶς ἔμελλεν ἁλόντος τούτου μηδεὶς εἰσοίσειν μηδʼ ἐθελήσειν εἰσπράττειν, οὐδʼ οὕτως ἀποψηφιστέον, ἐκ τῶνδε γνώσεσθε. ὑμῖν παρὰ τὰς εἰσφορὰς τὰς ἀπὸ Ναυσινίκου, παρʼ ἴσως τάλαντα τριακόσιʼ μικρῷ πλείω, ἔλλειμμα τέτταρα καὶ δέκʼ ἐστὶ τάλαντα, ὧν ἑπτὰ οὗτος εἰσέπραξεν, ἐγὼ δὲ τίθημʼ ἅπαντα. ἐπὶ μὲν δὴ τοὺς ἑκόντας τιθέντας οὐ δεῖσθʼ Ἀνδροτίωνος, ἐπὶ δὲ τοὺς ἐλλείποντας. 22.45ἔστι τοίνυν ὑμῖν νυνὶ σκεπτέον, εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν· εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος, δόξετε πᾶσιν τὰ χρήματα ταῦτʼ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι. οὐδʼ ἂν εἰ παρʼ ἑαυτοῦ δοίη τις ὑμῖν, λαβεῖν ἄξιον, μή τί γʼ ἐφʼ ἑτέρους εἰσπράττειν. 22.46ὥσθʼ ὅταν ταῦτα λέγῃ, μέμνησθε τῶν ὅρκων καὶ τὴν γραφὴν ἐνθυμεῖσθε, ὅτι νῦν οὐ περὶ πράξεως εἰσφορῶν ἐστιν, ἀλλʼ εἰ δεῖ κυρίους εἶναι τοὺς νόμους. καὶ περὶ τούτων μέν, ὃν τρόπον ὑμᾶς ἀπάγων ἀπὸ τοῦ νόμου παρακρούεσθαι ζητήσει, καὶ πρὸς ταῦθʼ ὑμᾶς μνημονεύοντας μὴ ʼπιτρέπειν προσήκει, πολλὰ λέγειν ἔχων ἔτι, καὶ ταῦθʼ ἱκάνʼ εἶναι νομίζων, ἐάσω.

22.47βούλομαι δὲ καὶ τὰ πολιτεύματα ἐξετάσαι τοῦ καλοῦ κἀγαθοῦ τούτου, διʼ ὧν οὐκ ἔσθʼ τι τῶν δεινοτάτων ἐλλιπὼν φανήσεται· καὶ γὰρ ἀναιδῆ καὶ θρασὺν καὶ κλέπτην καὶ ὑπερήφανον καὶ πάντα μᾶλλον ἐν δημοκρατίᾳ πολιτεύεσθαι ἐπιτήδειον ὄντʼ αὐτὸν δείξω. καὶ πρῶτον μέν, ἐφʼ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ, μὴ τῇ τούτου προσέχοντες ἀλαζονείᾳ τὸν νοῦν, ἀλλὰ τὸ πρᾶγμα οἷον γέγονεν τῇ ἀληθείᾳ σκοποῦντες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.41 Dem. 22.45 (English) >>Dem. 22.50

Powered by PhiloLogic